Τήν ἱερωτάτην ἑσπέρας τῆς τῶν Παθῶν τοῦ Κυρίου ἀκολουθίας , ἀναγινώσκονται τά δώδεκα εὐαγγέλια , καί ἡ Ἐκκλησία μας παρουσιάζει λεπτομερῶς, ὅλη τήν πορείαν τῶν Ἀχράντων καί σωτηριωδῶν Παθῶν τοῦ Κυρίου μας,
Τό πρῶτον εὐαγγέλιον , τό μεγαλύτερον εἰς χρονικήν ἀνάγνωσιν , περίπου 33 λεπτῶν ἀναγνώσεως , εἶναι , ἀπό , ποιῖον ἄλλον ;, παρά ἀπό τόν μαθητήν τῆς ἀγάπης . τόν Ἅγιον Ἰωάννην , καί εἶναι ἀπό : κεφ ιγ 33 -ἕως κεφ ιη ΄1 στίχο.
ἤτοι τέσσερα καί πλέον κεφάλαια ὁλόκληρα, ἄς τό μελετήσωμε, αίτούμενοι τήν εὐλογίαν τοῦ ἀγίου Ἰωάννου , ἵνα λάμψη ἐν ταῖς καρδίαις ἠμῶν τό τῆς θεογνωσίας ἀκήρατον φῶς πρός τήν τοῦ εὐαγγελικοῦ ἀναγνώσματος κατανόησιν ...
ΕΥΑΓΓΕΛΙΟΝ ΠΡΩΤΟΝ Ἐκ τοῦ κατὰ Ἰωάννην ιγ΄ 31 - 38, ιδ΄ . ιε΄ . ιστ΄ . ιζ΄ . ιη΄ 1
(κεφ. ιγ )
31.Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Νῦν ἐδοξάσθη ὁ υἱὸς τοῦ ἀνθρώπου, καὶ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ.
32 εἰ ὁ Θεὸς ἐδοξάσθη ἐν αὐτῷ, καὶ ὁ Θεὸς δοξάσει αὐτὸν ἐν ἑαυτῷ, καὶ εὐθὺς δοξάσει αὐτόν.
33 τεκνία, ἔτι μικρὸν μεθ' ὑμῶν εἰμι· ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι ὅπου ὑπάγω ἐγὼ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
34 ἐντολὴν καινὴν δίδωμι ὑμῖν ἵνα ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους.
35 ἐν τούτῳ γνώσονται πάντες ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγάπην ἔχητε ἐν ἀλλήλοις.
36 λέγει αὐτῷ Σίμων Πέτρος· Κύριε, ποῦ ὑπάγεις; ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Ὅπου ἐγὼ ὑπάγω, οὐ δύνασαί μοι νῦν ἀκολουθῆσαι, ὕστερον δὲ ἀκολουθήσεις μοι.
37 λέγει αὐτῷ ὁ Πέτρος· Κύριε, διατί οὐ δύναμαί σοι ἀκολουθῆσαι ἄρτι; τὴν ψυχήν μου ὑπὲρ σοῦ θήσω.
38 ἀπεκρίθη αὐτῷ ὁ Ἰησοῦς· Τὴν ψυχήν σου ὑπὲρ ἐμοῦ θήσεις! ἀμὴν ἀμὴν λέγω σοι, οὐ μὴ ἀλέκτωρ φωνήσει ἕως οὗ ἀπαρνήσῃ με τρίς.
(κεφ. ιδ ΄)
1 Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία· πιστεύετε εἰς τὸν Θεόν, καὶ εἰς ἐμὲ πιστεύετε.
2 ἐν τῇ οἰκίᾳ τοῦ πατρός μου μοναὶ πολλαί εἰσιν· εἰ δὲ μή, εἶπον ἂν ὑμῖν. πορεύομαι ἑτοιμάσαι τόπον ὑμῖν·
3 καὶ ἐὰν πορευθῶ καὶ ἑτοιμάσω ὑμῖν τόπον, πάλιν ἔρχομαι καὶ παραλήψομαι ὑμᾶς πρὸς ἐμαυτόν, ἵνα ὅπου εἰμὶ ἐγὼ, καὶ ὑμεῖς ἦτε. 4 καὶ ὅπου ἐγὼ ὑπάγω οἴδατε, καὶ τὴν ὁδόν οἴδατε.
5 Λέγει αὐτῷ Θωμᾶς· Κύριε, οὐκ οἴδαμεν ποῦ ὑπάγεις·
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου